Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 23.87 | Dem. 23.89 (English) | >>Dem. 23.93 |
23.88βούλομαι τοίνυν ὑμῖν καὶ ἓν ἢ δύο ψηφίσματα δεῖξαι τῶν γεγραμμένων τοῖς ὡς ἀληθῶς εὐεργέταις τῆς πόλεως , ἵνʼ εἰδῆθʼ ὅτι ῥᾴδιόν ἐστι γράφειν τὰ δίκαια , ὅταν αὐτοῦ τις εἵνεκα τούτου γράφῃ , τοῦ τιμῆσαί τινα καὶ μεταδοῦναι τῶν ἡμῖν ὑπαρχόντων , καὶ μὴ διὰ τοῦ ταῦτα δοκεῖν ποιεῖν βούληται κακουργεῖν καὶ παρακρούεσθαι . λέγε τὰ ψηφίσματα ταυτί . ἀλλʼ ἵνα μὴ μακρὸν ὑμῖν ἀκούειν ᾖ , ἐξ ἑκάστου τῶν ψηφισμάτων αὐτὸ τοῦτʼ ἐξείλεκται περὶ οὗ τούτου κατηγορῶ . λέγε .ὁρᾶθʼ ὅτι πάντες , ὦ ἄνδρες Ἀθηναῖοι , τὸν αὐτὸν τρόπον γεγράφασιν . “ἔστω ” φησὶν “ὑπὲρ αὐτοῦ ἡ αὐτὴ τιμωρία καθάπερ ἂν τὸν Ἀθηναῖον ἀποκτείνῃ ,” κυρίους μὲν ἐῶντες τοὺς περὶ τούτων ὑπάρχοντας ὑμῖν νόμους , σεμνοὺς δʼ ἀποφαίνοντες , οἵ γʼ ἐν δωρειᾶς ἐποιήσαντο τάξει τὸ τούτων μεταδοῦναι . ἀλλʼ οὐκ Ἀριστοκράτης , ἀλλὰ προπηλακίζει μὲν καθʼ ὅσον δύναται τούτους (ὡς γοῦν οὐδενὸς ἀξίων ἴδιόν τι γράφειν ἐπεχείρησεν ), μικρὰν δʼ ἀποφαίνει κἀκείνην τὴν δωρειὰν ᾗ τὴν πολιτείαν δεδώκατε τῷ Χαριδήμῳ . ὃς γάρ , ὡς ἀγαπώντων τοῦθʼ ὑμῶν καὶ προσοφειλόντων χάριν αὐτῷ , γέγραφεν καὶ πρὸς φυλάττειν ὑμᾶς ἐκεῖνον , ὅπως ἀδεῶς ὅ τι ἂν βούληται ποιῇ , πῶς οὐ τοῦθʼ ὃ λέγω διαπράττεται ;
οὐκ ἀγνοῶ τοίνυν , ὦ ἄνδρες Ἀθηναῖοι , ὅτι ὡς μὲν οὐ παρὰ τοὺς νόμους φανερῶς γέγραφεν τὸ ψήφισμα Ἀριστοκράτης οὐχ ἕξει δεῖξαι , ὃ δὲ δεινότατον πάντων ἐστίν , τὸ μηδεμίαν κρίσιν ἐν παντὶ ποιῆσαι τῷ ψηφίσματι τοιαύτης αἰτίας , τοῦθʼ ὑφαιρεῖσθαι πειράσεται . ἐγὼ δὲ περὶ αὐτοῦ τούτου πολλὰ μὲν λέγειν οὐκ οἶμαι δεῖν , ἐκ δὲ τοῦ ψηφίσματος αὐτοῦ δείξω σαφῶς οὐδʼ αὐτὸν τοῦτον ἡγούμενον εἶναι κρίσιν οὐδεμίαν τῷ τὴν αἰτίαν ἔχοντι .
Ψηφίσματα
23.89
23.90
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 23.87 | Dem. 23.89 (English) | >>Dem. 23.93 |